Η ΚΛΗΣΗ ΤΟΥ ΜΩΫΣΗ
ΚΑΙ Η ΦΛΕΓΟΜΕΝΗ ΒΑΤΟΣ
|
ΚΕΦΑΛΑΙΟ 3- Η κλήση του Μωϋσή. Το όνομα του Θεού. Οδηγίες προς το Μωϋσή.
|
Η κλήση του Μωϋσή
Εξ. 3,1 Καὶ Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθόρ τοῦ γαμβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιὰμ καὶ ἤγαγε τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρήβ.
Εξ. 3,1 Ο Μωϋσής εποίμαινε τα πρόβατα του πενθερού του Ιοθόρ, του ιερέως αυτού της χώρας Μαδιάμ και έφερεν αυτά κάποτε πέραν από την έρημον στο όρος Χωρήβ.
Εξ. 3,2 ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο.
Εξ. 3,2 Εκεί εφανερώθη προς αυτόν άγγελος Κυρίου εις φλόγα πυρός, η οποία εξήρχετο από την βάτον. Παραδόξως η βάτος εκείνη εφλέγετο, άλλα δεν κατεκαίετο.
Εξ. 3,3 εἶπε δὲ Μωυσῆς· παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος.
Εξ. 3,3 Ιδών τούτο ο Μωϋσής είπεν· “ας πλησιάσω εκεί να ίδω το θαυμαστόν τούτο φαινόμενον της βάτου, η οποία φλέγεται αλλά δεν κατακαίεται”.
Εξ. 3,4 ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων· Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπε· τί ἐστι;
Εξ. 3,4 Οταν ο Κυριος είδεν ότι ο Μωϋσής πλησιάζει να ίδη το φαινόμενον, εκάλεσεν αυτόν από την βάτον λέγων· “Μωϋσή, Μωυσή” ! Εκείνος δε είπε· “τι είναι; Τι συμβαίνει;”
Εξ. 3,5 ὁ δὲ εἶπε· μή ἐγγίσῃς ὧδε. λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί.
Εξ. 3,5 Ο Θεός απήντησε· “μη πλησιάσης εδώ· λύσε και βγάλε τα υποδήματά σου, διότι ο τόπος, όπου ίστασαι, είναι γη αγία”!
Εξ. 3,6 καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἁβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ. ἀπέστρεψε δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεμβλέψαι ἐνώπιον τοῦ Θεοῦ.
Εξ. 3,6 Και προσέθεσεν εν συνεχεία· “εγώ είμαι ο Θεός του πατρός σου, ο Θεός του Αβραάμ, ο Θεός του Ισαάκ και ο Θεός του Ιακώβ”. Γεμάτος ιερόν δέος ο Μωϋσής εγύρισεν αλλού το πρόσωπον, διότι ένεκα φόβου και σεβασμού δεν ετόλμα να ρίψη τα βλέμματά του προς τον Θεόν, που ήτο ενώπιόν του.
Εξ. 3,7 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν,
Εξ. 3,7 Είπεν ο Κυριος προς τον Μωϋσήν· “είδα πολύ καλά και εγνώρισα την βαρείαν ταλαιπωρίαν του λαού μου εις την Αίγυπτον και ήκουσα την κραυγήν των, η οποία βγαίνει από τα στήθη των εξ αιτίας της σκληράς καταπιέσεως των επιστατών εις τα έργα. Εγνώρισα πολύ καλά την οδύνην αυτών,
Εξ. 3,8 καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, εἰς τὸν τόπον τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμοῤῥαίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Εὐαίων καὶ Ἰεβουσαίων
Εξ. 3,8 και κατέβηκα να ελευθερώσω αυτούς από την δουλείαν των Αιγυπτίων, να τους βγάλω από την χώραν της Αιγύπτου και να τους οδηγήσω εις χώραν εύφορον και μεγάλην, εις γην ρέουσαν γάλα και μέλι, στον τόπον τον οποίον σήμερον κατέχουν οι Χαναναίοι, οι Χετταίοι, οι Αμορραίοι, οι Φερεζαίοι, οι Γεργεσαίοι, οι Ευαίοι και οι Ιεβουσαίοι.
Εξ. 3,9 καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ ἥκει πρός με, κἀγὼ ἑώρακα τὸν θλιμμόν, ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς.
Εξ. 3,9 Και τώρα ιδού, η γοερά κραυγή των Ισραηλιτών έχει φθάσει προς εμέ, και είδα εγώ την μεγάλην των θλίψιν, με την οποίαν οι Αιγύπτιοι τους καταθλίβουν.
Εξ. 3,10 καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.
Εξ. 3,10 Ελα, λοιπόν, τώρα και θα σε στείλω προς τον Φαραώ τον βασιλέα της Αιγύπτου, δια να βγάλης συ από την χώραν της Αιγύπτου τον λαόν μου, τους Ισραηλίτας”.
Εξ. 3,11 καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεόν· τίς εἰμι ἐγώ, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου;
Εξ. 3,11 Απήντησεν ο Μωϋσής προς τον Θεόν· “τι είμαι εγώ, Κυριε, ώστε να μεταβώ προς τον Φαραώ τον βασιλέα της Αιγύπτου και να βγάλω τους Ισραηλίτας από την Αίγυπτον;”
Εξ. 3,12 εἶπε δὲ ὁ Θεὸς Μωυσῇ λέγων· ὅτι ἔσομαι μετὰ σοῦ, καὶ τοῦτό σοι τὸ σημεῖον, ὅτι ἐγώ σε ἐξαποστέλλω ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν μου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τῷ Θεῷ ἐν τῷ ὄρει τούτῳ.
Εξ. 3,12 Ο Θεός είπε προς τον Μωϋσέα· “θα πράξης τούτο, διότι εγώ θα είμαι μαζή σου. Αυτό δε θα είναι δια σε σημεισν και απόδειξις ότι εγώ σε αποστέλλω, δια να ελευθερώσης συ τον λαόν μου από την Αίγυπτον και λατρεύσετε τον Θεόν στο όρος τούτο”.
Το όνομα του Θεού
Εξ. 3,13 καὶ εἶπε Μωυσῆς πρὸς τὸν Θεόν· ἰδοὺ ἐγὼ ἐξελεύσομαι πρὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ ἐρῶ πρὸς αὐτούς· ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἀπέσταλκέ με πρὸς ὑμᾶς. ἐρωτήσουσί με· τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;
Εξ. 3,13 Ο Μωϋσής είπε προς τον Θεόν· “ναι, Κυριε, άλλα όταν εγώ μεταβώ προς τους Ισραηλίτας και είπω προς αυτούς ότι ο Θεός των πατέρων μας με έστειλε προς σας, εκείνοι θα με ερωτήσουν· Ποιό είναι το όνομά του; Εγώ τι θα απαντήσω προς αυτούς;”
Εξ. 3,14 καὶ εἶπεν ὁ Θεὸς πρὸς Μωυσῆν λέγων· ἐγώ εἰμι ὁ ὤν. καὶ εἶπεν· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς.
Εξ. 3,14 Είπε προς αυτόν ο Θεός· “Εγώ είμαι ο Ων, ο υπάρχων, ο έχων από τον εαυτόν μου και στον εαυτόν μου την απειροτελείαν και αιωνίαν ύπαρξιν. Ετσι θα ομιλήσης προς τους Ισραηλίτας· Ο Ων με έχει αποστείλει προς σας”.
Εξ. 3,15 καὶ εἶπεν ὁ Θεὸς πάλιν πρὸς Μωυσῆν· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν, Θεὸς Ἁβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακὼβ ἀπέσταλκέ με πρὸς ὑμᾶς· τοῦτό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεῶν γενεαῖς.
Εξ. 3,15 Είπε πάλιν ο Θεός προς τον Μωϋσέα· “κατ' αυτόν τον τρόπον θα ομιλήσης προς τους Ισραηλίτας· Κυριος ο Θεός των πατέρων μας, ο Θεός του Αβραάμ, ο Θεός του Ισαάκ, και ο Θεός του Ιακώβ με έχει στείλει προς σας· τούτο το όνομά μου, “ο Ων” θα είναι όνομα αιώνιον και με αυτό θα με ενθυμούνται όλαι αι γενεαί των γενεών.
Οδηγίες προς το Μωϋσή
Εξ. 3,16 ἐλθὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· Κύριος ὁ Θεὸς τῶν πατέρων ἡμῶν ὦπταί μοι, Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ, λέγων· ἐπισκοπῇ ἐπέσκεμμαι ὑμᾶς καὶ ὅσα συμβέβηκεν ὑμῖν ἐν Αἰγύπτῳ.
Εξ. 3,16 Πηγαινε, λοιπόν, εις την Αίγυπτον, συγκέντρωσε τους γεροντοτέρους από τους Ισραηλίτας και ειπέ εις αυτούς· Κυριος ο Θεός των πατέρων μας εφανερώθη εις εμέ, ο Θεός του Αβραάμ, ο Θεός του Ισαάκ και ο Θεός του Ιακώβ και μου είπε· Εχω παρακολουθήσει με πολύ ενδιαφέρον και προσοχήν και είδα τας συμφοράς, που σας έχουν συμβή εις την Αίγυπτον”.
Εξ. 3,17 καὶ εἶπεν· ἀναβιβάσω ὑμᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ἀμοῤῥαίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Εὐαίων καὶ Ἰεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.
Εξ. 3,17 Και είπεν εν συνεχεία ο Θεός· “θα σας ελευθερώσω από την ταλαιπωρίαν και την θλίψιν των Αιγυπτίων και θα σας οδηγήσω εις την χώραν των Χαναναίων, των Χετταίων, των Αμορραίων, των Φερεζαίων, του Γεργεσαίων, των Ευαίων και των Ιεβουσαίων, εις χώραν ρέουσαν γάλα και μέλι.
Εξ. 3,18 καὶ εἰσακούσονταί σου τῆς φωνῆς· καὶ εἰσελεύσῃ σὺ καὶ ἡ γερουσία Ἰσραὴλ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐρεῖς πρὸς αὐτόν· ὁ Θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς· πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ἵνα θύσωμεν τῷ Θεῷ ἡμῶν.
Εξ. 3,18 Εκείνοι θα ακούσουν τα λόγια σου. Και τότε συ και οι γεροντότεροι από τους Ισραηλίτας θα προσέλθετε προς τον Φαραώ, τον βασιλέα της Αιγύπτου, και θα είπης προς αυτόν· Ο Θεός των Εβραίων μας έχει καλέσει να τον λατρεύσωμεν. Θα μεταβώμεν, λοιπόν, εις την έρημον, πορείαν τριών ημερών, δια να προσφέρωμεν θυσίας στον Θεόν μας.
Εξ. 3,19 ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑμᾶς Φαραὼ βασιλεὺς Αἰγύπτου πορευθῆναι, ἐὰν μὴ μετὰ χειρὸς κραταιᾶς.
Εξ. 3,19 Εγώ όμως γνωρίζω καλά, ότι ο Φαραώ, ο βασιλεύς της Αιγύπτου, δεν θα σας αφήση να αναχωρήσετε, εάν εγώ δεν κτυπήσω αυτόν με την παντοδύναμον δεξιάν μου.
Εξ. 3,20 καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι τοῖς θαυμασίοις μου, οἷς ποιήσω ἐν αὐτοῖς, καὶ μετὰ ταῦτα ἐξαποστελεῖ ὑμᾶς.
Εξ. 3,20 Θα απλώσω την χείρα μου και θα κτυπήσω τους Αιγυπτίους με έργα θαυμαστά και καταπληκτικά, και κατόπιν θα σας αφήση ο Φαραώ να φύγετε.
Εξ. 3,21 καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἀποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί·
Εξ. 3,21 Οταν δε θα πρόκειται να φύγετε, θα δώσω δια τον λαόν τούτον των Εβραίων τέτοιαν εύνοιαν εκ μέρους των Αιγυπτίων, ώστε όταν αναχωρήσετε από την Αίγυπτον να μη φύγετε με κενάς τας χείρας·
Εξ. 3,22 ἀλλὰ αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμόν, καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμῶν καὶ ἐπὶ τὰς θυγατέρας ὑμῶν καὶ σκυλεύσετε τούς Αἰγυπτίους.
Εξ. 3,22 αλλά κάθε Εβραία γυναίκα θα ζητήση από την γείτονα η την σύνοικόν της Αιγυπτίαν σκεύη αργυρά και χρυσά και ιματισμόν, τα οποία θα φορτώσετε στους υιούς σας και τας θυγατέρας σας. Κατ' αυτόν τον τρόπον θα λαφυραγωγήσετε τους Αιγυπτίους και θα απέλθετε με πλούσια λάφυρα”.
|
ΚΕΦΑΛΑΙΟ 4- Οδηγίες προς το Μωϋσή. Ο Μωϋσής επιστρέφει στην Αίγυπτο.
|
Οδηγίες προς το Μωϋσή
Εξ. 4,1 Ἀπεκρίθη δὲ Μωυσῆς καὶ εἶπεν· ἐὰν μὴ πιστεύσωσί μοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου, ἐροῦσι γάρ, ὅτι οὐκ ὦπταί σοι ὁ Θεός, τί ἐρῶ πρὸς αὐτούς;
Εξ. 4,1 Ο Μωϋσής απήντησε προς τον Θεόν· “εάν δεν με πιστεύσουν, εάν δεν υπακούσουν εις τα λόγια μου, διότι είναι ενδεχόμενον να είπουν ότι δεν εφανερώθη εις σε ο Θεός, τι θα απαντήσω εγώ τότε προς αυτούς;”
Εξ. 4,2 εἶπε δὲ αὐτῷ Κύριος· τί τοῦτό ἐστι τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπε· ῥάβδος.
Εξ. 4,2 Του είπε δε ο Κυριος· “τι είναι αυτό που κρατάς στο χέρι σου;” Εκείνος είπε· “ράβδος”.
Εξ. 4,3 καὶ εἶπε· ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔῤῥιψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγε Μωυσῆς ἀπ᾿ αὐτοῦ.
Εξ. 4,3 Του είπεν ο Θεός· “ρίψε αυτήν κατά γης”. Ο Μωϋσής την έρριψεν εις την γην και η ράβδος έγινεν όφις. Ο Μωϋσής φοβηθείς έφυγεν από τον όφιν αυτόν.
Εξ. 4,4 καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ·
Εξ. 4,4 Είπε τότε ο Θεός στον Μωϋσήν· “άπλωσε το χέρι σου και πιάσε το φίδι από την ουράν”. Οταν ο Μωϋσής το έπιασεν, έγινεν ο όφις στο χέρι του πάλιν ράβδος.
Εξ. 4,5 ἵνα πιστεύσωσί σοι ὅτι ὦπταί σοι ὁ Θεὸς τῶν πατέρων αὐτῶν, Θεὸς Ἁβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ.
Εξ. 4,5 “Αυτό το σημείον θα κάμης, δια να πιστεύσουν τους λόγους σου οι Εβραίοι, ότι όντως εφανερώθη εις σε ο Θεός του Αβραάμ, ο Θεός του Ισαάκ και ο Θεός του Ιακώβ”.
Εξ. 4,6 εἶπε δὲ αὐτῷ Κύριος πάλιν· εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκε τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών.
Εξ. 4,6 Είπε δε πάλιν εις αυτόν ο Κυριος· “βάλε το χέρι σου στον κόρφον σου”. Ο Μωϋσής εισήγαγε το χέρι του στον κόρφον του, το έβγαλε από τον κόρφον του και έγινε το χέρι του λευκό, ωσάν το χιόνι.
Εξ. 4,7 καὶ εἶπε πάλιν· εἰσένεγκον τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκε τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀποκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτῆς.
Εξ. 4,7 Του είπε πάλιν ο Θεός· “βάλε το χέρι σου στον κόρφον σου”. Εβαλε το χέρι του στον κόρφον του, το έβγαλεν από εκεί, και το χέρι του αποκατεστάθη και πάλιν εις την φυσικήν του προτέραν υγιά χροιάν.
Εξ. 4,8 ἐὰν δὲ μὴ πιστεύσωσί σοι, μηδὲ εἰσακούσωσι τῆς φωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσί σοι τῆς φωνῆς τοῦ σημείου τοῦ δευτέρου.
Εξ. 4,8 “Εάν δε δεν σε πιστεύσουν, και δεν πεισθούν εις την μαρτυρίαν του πρώτου θαύματος, θα πιστεύσουν εις την μαρτυρίαν του δευτέρου θαύματος.
Εξ. 4,9 καὶ ἔσται ἐὰν μὴ πιστεύσωσί σοι τοῖς δυσὶ σημείοις τούτοις, μηδὲ εἰσακούσωσι τῆς φωνῆς σου, λήψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.
Εξ. 4,9 Εάν όμως δεν πιστεύσουν εις τα δύο αυτά σημεία και δεν υπακούσουν εις τα λόγια σου, τότε θα πάρης νερό από τον ποταμόν, θα το χύσης στο ξηρόν έδαφος και θα γίνη το νερό, που θα έχης λάβει από τον ποταμόν, αίμα επάνω στο ξηρόν έδαφος”.
Εξ. 4,10 εἶπε δὲ Μωυσῆς πρὸς Κύριον· δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθές, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ᾿ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι.
Εξ. 4,10 Περιδεής ο Μωϋσής δια την σοβαρότητα της αποστολής του είπε προς τον Θεόν· “Κυριε, σε παρακαλώ θερμώς, δεν έχω την ικανότητα εγώ να ομιλώ ούτε από την χθεσινήν ημέραν ούτε από την προχθεσινήν, από πολύν δηλαδή χρόνον, και μάλιστα από την στιγμήν, που ήρχισες συ ο Θεός να ομιλής προς εμέ τον δούλον σου! Εγώ έχω αδύνατον την φωνήν, είμαι δε και βραδύγλωσσος”.
Εξ. 4,11 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· τίς ἔδωκε στόμα ἀνθρώπῳ, καὶ τίς ἐποίησε δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ ὁ Θεός;
Εξ. 4,11 Είπεν ο Κυριος προς τον Μωϋσήν· “ποιός έδωκε στόμα στον άνθρωπον, ποιός έκαμε βαρήκοον και κωφόν, βλέποντα η τυφλόν; Ουχί εγώ ο Θεός;
Εξ. 4,12 καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε, ὃ μέλλεις λαλῆσαι.
Εξ. 4,12 Και τώρα πήγαινε και εγώ θα ανοίξω το στόμα σου και θα σε καθοδηγήσω περί του τι πρέπει να είπης”.
Εξ. 4,13 καὶ εἶπε Μωυσῆς· δέομαι, Κύριε, προχείρισαι δυνάμενον ἄλλον, ὃν ἀποστελεῖς.
Εξ. 4,13 Παλιν ο Μωϋσής είπε· “θερμώς σε παρακαλώ, Κυριε, ανάδειξε κάποιον άλλον ικανόν, τον οποίον και να αποστείλης δια το έργον αυτό”.
Εξ. 4,14 καὶ θυμωθεὶς ὀργῇ Κύριος ἐπὶ Μωυσῆν εἶπεν· οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευΐτης; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ.
Εξ. 4,14 Ωργίσθη ο Θεός εναντίον του Μωϋσέως και του είπεν· “ιδού ο Ααρών ο Λευΐτης δεν είναι αδελφός σου; Σου καθιστώ γνωστόν ότι αυτός αντί σου θα ομιλή. Αυτός θα εξέλθη εις συνάντησίν σου και όταν σε ίδη, θα χαρή με όλην του την καρδιά.
Εξ. 4,15 καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ἃ ποιήσετε.
Εξ. 4,15 Συ θα ομιλής προς αυτόν και θα θέτης τα λόγια μου στο στόμα του. Εγώ θα ανοίξω το στόμα σου και το στόμα εκείνου και θα σας καθοδηγήσω εις εκείνα, τα οποία θα κάμετε.
Εξ. 4,16 καὶ αὐτός σοι λαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόμα, σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν Θεόν.
Εξ. 4,16 Αυτός θα ομιλή αντί σου προς τον λαόν, αυτός θα είναι το στόμα σου, συ δε θα είσαι εις αυτόν αντί του Θεού, διότι από εμέ θα λαμβάνης και θα μεταφέρης τας εντολάς.
Εξ. 4,17 καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα.
Εξ. 4,17 Την δε ράβδον αυτήν, η οποία μετεβλήθη εις όφιν, θα πάρης στο χέρι σου, και με αυτήν θα κάμης τα σημεία, που σου είπα”.
Ο Μωϋσής επιστρέφει στην Αίγυπτο
Εξ. 4,18 Ἐπορεύθη δὲ Μωυσῆς καὶ ἀπέστρεψε πρὸς Ἰοθὸρ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει· πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτῳ καὶ ὄψομαι, εἰ ἔτι ζῶσι. καὶ εἶπεν Ἰοθὸρ Μωυσῇ· βάδιζε ὑγιαίνων. μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου.
Εξ. 4,18 Υπήκουσεν ο Μωϋσής εις την διαταγήν του Θεού, ανεχώρησεν από εκεί, επέστρεψε προς τον πενθερόν του τον Ιοθόρ και του είπε· “θα υπάγω και θα επανέλθω προς τους αδελφούς μου εις την Αίγυπτον, δια να ίδω, εάν ακόμη ζουν”. Ο Ιοθόρ είπε προς τον Μωϋσήν· “πήγαινε στο καλό». Επειτα από ικανόν χρόνον, απέθανε κατά τας ημέρας εκείνας ο βασιλεύς της Αιγύπτου.
Εξ. 4,19 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν ἐν Μαδιάμ· βάδιζε, ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασι γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν.
Εξ. 4,19 Είπε δε ο Κυριος προς τον Μωϋσήν, ο οποίος ευρίσκετο ακόμη εις την Μαδιάμ· “βάδιζε και πήγαινε εις την Αίγυπτον, διότι έχουν πλέον αποθάνει, εκείνοι, οι οποίοι εζητούσαν την ζωήν σου”.
Εξ. 4,20 ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβε δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ Θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ.
Εξ. 4,20 Παρέλαβεν ο Μωϋσής την γυναίκα και τα παιδιά του, ανεβίβασε τα παιδιά του εις τα υποζύγια και επέστρεψεν εις την Αίγυπτον. Είχε δε στο χέρι του την ράβδον του Θεού.
Εξ. 4,21 εἶπε δὲ Κύριος πρὸς Μωυσῆν· πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον, ὅρα πάντα τὰ τέρατα, ἃ δέδωκα ἐν ταῖς χερσί σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραώ· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν.
Εξ. 4,21 Είπε δε προς τον Μωυσήν ο Θεός· “τώρα, που μεταβαίνεις και επιστρέφεις εις την Αίγυπτον, πρόσεξε, ώστε να κάμης ενώπιον του Φαραώ όλα τα μεγάλα θαύματα, που έδωσα εις τα χέρια σου. Σου προαναγγέλλω όμως ότι εγώ θα αφήσω να σκληρυνθή η καρδία του, ώστε εκείνος να μη συγκατατεθή και αφήση αμέσως ελεύθερον τον λαόν μου.
Εξ. 4,22 σὺ δὲ ἐρεῖς τῷ Φαραώ· τάδε λέγει Κύριος· υἱὸς πρωτότοκός μου Ἰσραήλ·
Εξ. 4,22 Αλλά συ θα είπης στον Φαραώ· Αυτά λέγει ο Κυριος προς σέ· ο ισραηλιτικός λαός είναι ο πρωτότοκος υιός μου·
Εξ. 4,23 εἶπα δέ σοι· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ· εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς, ὅρα οὖν, ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον.
Εξ. 4,23 σε διατάσσω, άφησε τον λαόν μου ελεύθερον να αναχωρήση, δια να με λατρεύση εκεί που εγώ θα τον οδηγήσω. Εάν δε και δεν θελήσης να αφήσης αυτούς ελευθέρους, πρόσεξε πολύ, εγώ θα φονεύσω τον πρωτότοκον υιόν σου”.
Εξ. 4,24 ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος Κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
Εξ. 4,24 Ενώ ο Μωϋσής εβάδιζε προς την Αίγυπτον, καθ' οδόν, εις κάποιο κατάλυμα, συνήντησεν αυτόν άγγελος Κυρίου και εζήτει να τον θανατώση- διότι το παιδί του ήτο απερίτμητον.
Εξ. 4,25 καὶ λαβοῦσα Σεπφώρα ψῆφον περιέτεμε τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσε πρὸς τοὺς πόδας αὐτοῦ καὶ εἶπεν· ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.
Εξ. 4,25 Η Σεπφώρα έλαβε τότε μίαν κοπτερήν πέτραν, περιέταμε τον υιόν της, έπεσεν εμπρός εις τα πόδια του αγγέλου και του είπεν· “η περιτομή ετελείωσε, διότι εσταμάτησεν η αιμορραγία από την περιτομήν του παιδιού”.
Εξ. 4,26 καὶ ἀπῆλθεν ἀπ᾿ αὐτοῦ, διότι εἶπεν· ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.
Εξ. 4,26 Ο άγγελος του Κυρίου ανεχώρησε, διότι η γυνή του Μωϋσέως του είπεν· Εσταμάτησεν η αιμορροή από την περιτομήν του παιδιού μου, γεγονός το οποίον μαρτυρεί ότι η περιτομή ωλοκληρώθη.
Εξ. 4,27 Εἶπε δὲ Κύριος πρὸς Ἀαρών· πορεύθητι εἰς συνάντησιν Μωυσῆ εἰς τὴν ἔρημον· καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ Θεοῦ, καὶ κατεφίλησαν ἀλλήλους.
Εξ. 4,27 Καθ' ον χρόνον ο Μωϋσής εβάδιζε προς την Αίγυπτον, είπεν ο Κυριος προς τον Ααρών· “πήγαινε να συναντήσης τον Μωϋσήν εις την έρημον”. Επορεύθη ο Ααρών, συνήντησε τον Μωϋσήν στο όρος του Θεού, στο Σινά, και κατεφίλησεν ο ένας τον άλλον.
Εξ. 4,28 καὶ ἀνήγγειλε Μωυσῆς τῷ Ἀαρὼν πάντας τοὺς λόγους Κυρίου, οὓς ἀπέστειλε, καὶ πάντα τὰ σημεῖα, ἃ ἐνετείλατο αὐτῷ.
Εξ. 4,28 Ανήγγειλεν ο Μωϋσής στον Ααρών όλα όσα του είχεν είπει ο Κυριος και όλα τα σημεία, τα οποία τον διέταξε να κάμη.
Εξ. 4,29 ἐπορεύθη δὲ Μωυσῆς καὶ Ἀαρὼν καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ.
Εξ. 4,29 Επορεύθη ο Μωϋσής μαζή με τον Ααρών προς τους Ισραηλίτας, συνεκέντρωσαν την γερουσίαν των Ισραηλιτών,
Εξ. 4,30 καὶ ἐλάλησεν Ἀαρὼν πάντα τὰ ῥήματα ταῦτα, ἃ ἐλάλησεν ὁ Θεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησε τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ.
Εξ. 4,30 και ο Ααρών ανεκοίνωσεν εις αυτούς όλα αυτά τα λόγια, τα οποία είπεν ο Θεός προς τον Μωϋσήν, ο δε Μωϋσής έκαμεν ενώπιον του ισραηλιτικού λαού τα σημεία εκείνα.
Εξ. 4,31 καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη, ὅτι ἐπεσκέψατο ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλίψιν· κύψας δὲ ὁ λαὸς προσεκύνησε.
Εξ. 4,31 Ο ισραηλιτικός λαός επίστευσεν, εχάρη, διότι ο Θεός είδε τας ταλαιπωρίας των και επεσκέφθη τους Ισραηλίτας. Ολος ο λαός έσκυψε με ευγνωμοσύνην και σεβασμόν και προσεκύνησε τον Θεόν.
|
Τετάρτη 31 Ιουλίου 2013
Η ΚΛΗΣΗ ΤΟΥ ΜΩΫΣΗΚΑΙ Η ΦΛΕΓΟΜΕΝΗ ΒΑΤΟΣ
Η ΓΕΝΝΗΣΗ ΤΟΥ ΜΩΫΣΗ
ΚΕΦΑΛΑΙΟ 1- Η καταπίεση των Ισραηλιτών στην Αίγυπτο
|
Εξ. 1,1 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν.
Εξ. 1,1 Αυτά είναι τα ονόματα των υιών του Ιακώβ, οι οποίοι εισήλθον εις την Αίγυπτον μαζή με τον πατέρα αυτών και με ολόκληρον την οικογένειάν του έκαστος.
Εξ. 1,2 Ῥουβήν, Συμεών, Λευΐ, Ἰούδας,
Εξ. 1,2 Ρουβήν, Συμεών, Λευϊ, Ιούδας,
Εξ. 1,3 Ἰσσάχαρ, Ζαβουλὼν καὶ Βενιαμίν,
Εξ. 1,3 Ισσάχαρ, Ζαβουλών και Βενιαμίν,
Εξ. 1,4 Δὰν καὶ Νεφαθλείμ, Γὰδ καὶ Ἀσήρ.
Εξ. 1,4 Δαν και Νεφθαλείμ, Γαδ και Ασήρ.
Εξ. 1,5 Ἰωσὴφ δὲ ἦν ἐν Αἰγύπτῳ. ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα.
Εξ. 1,5 Ο δε Ιωσήφ ευρίσκετο τότε εις την Αίγυπτον. Ολοι δε οι υιοί και οι απόγονοι του Ιακώβ, που εισήλθον εις την Αίγυπτον, ήσαν εβδομήκοντα πέντε.
Εξ. 1,6 ἐτελεύτησε δὲ Ἰωσὴφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη.
Εξ. 1,6 Εν τη παρόδω των ετών απέθανεν ο Ιωσήφ και οι αδελφοί αυτού. Και όλη η γενεά εκείνη.
Εξ. 1,7 οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο. καὶ κατίσχυον σφόδρα σφόδρα, ἐπλήθυνε δὲ ἡ γῆ αὐτούς.
Εξ. 1,7 Οι απόγονοί των όμως, οι Ισραηλίται, ηυξήθησαν και επληθύνθησαν εις την Αίγυπτον, έγιναν πλήθος πολύ. Χαρις δε στο πλήθος των και την άλλην πρόοδόν των έγιναν πάρα πολύ ισχυροί, διότι τους ηυνόησεν και η χώρα εις την αύξησιν και την ισχύν των.
Εξ. 1,8 Ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ᾿ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
Εξ. 1,8 Αλλά, μετά καιρούς, ήλθεν άλλος βασιλεύς εις την Αίγυπτον, ο οποίος δεν εγνώριζε τίποτε περί του Ιωσήφ ούτε και δια τας υπηρεσίας, τας οποίας εκείνος είχε προσφέρει εις την Αίγυπτον.
Εξ. 1,9 εἶπε δὲ τῷ ἔθνει αὐτοῦ· ἰδοὺ τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς·
Εξ. 1,9 Δυσμενώς δε διατεθειμένος προς τους υιούς Ισραήλ είπεν στον λαόν του· “ιδού, η φυλή των Ισραηλιτών είναι μεγάλη εις πληθυσμόν και ισχυροτέρα από ημάς.
Εξ. 1,10 δεῦτε οὖν κατασοφισώμεθα αὐτούς, μή ποτε πληθυνθῇ, καὶ ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς.
Εξ. 1,10 Ελάτε λοιπόν και να επινοήσωμεν ταλαιπωρίας εις κατάθλιψιν αυτών και μείωσιν του πληθυσμού των, δια να μη αυξηθούν περισσότερον. Τούτο δέ, διότι υπάρχει φόβος, αν τυχόν κανένα άλλο έθνος μας πολεμήση, να προστεθούν και ούτοι με τους εχθρούς μας, να πολεμήσουν εναντίον μας και να μας νικήσουν, οπότε νικηταί θα φύγουν ελεύθεροι από την χώραν μας και θα στερηθώμεν ημείς από τας εργασίας των”.
Εξ. 1,11 καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις· καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραώ, τήν τε Πειθὼμ καὶ Ῥαμεσσῆ καὶ Ὤν, ἥ ἐστιν Ἡλιούπολις.
Εξ. 1,11 Προς τούτο κατέστησεν ο βασιλεύς επιστάτας στους εργαζομένους Ισραηλίτας, δια να τους ταλαιπωρούν και τους βασανίζουν με πολλά και σκληρά έργα. Τοτε και ανοικοδόμησαν οι Ισραηλίται πόλεις οχυράς προς χάριν του Φαραώ, την Πειθώ, την Ραμεσσή και την Ων· η Ων είναι η άλλως καλουμένη Ηλιούπολις.
Εξ. 1,12 καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίγνοντο, καὶ ἴσχυον σφόδρα σφόδρα· καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ἰσραήλ.
Εξ. 1,12 Αλλά, όσον περισσότερον οι επιστάται κατεπίεζον τους Ισραηλίτας, τόσον περισσότεροι αυτοί εγίνοντο και εδυνάμωναν πάρα πολύ.
Εξ. 1,13 καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραὴλ βίᾳ
Εξ. 1,13 Δια τούτο και το μίσος των Αιγυπτίων, εναντίον των Ισραηλιτών ήτο άσβεστον.
Εξ. 1,14 καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας.
Εξ. 1,14 Κατέθλιβον ακόμη σκληρότερον την ζωήν των με τας βασανιστικάς βαρείας εργασίας της ζυμώσεως του πηλού, της κατασκευής πλίνθων και με όλα τα άλλα έργα, τα οποία έκαμνον οι Ισραηλίται εις τας πεδιάδας της Αιγύπτου και τα οποία ως δούλους τους υπεχρέωναν να εκτελούν δια της βίας.
Εξ. 1,15 Καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Ἑβραίων· τῇ μιᾷ αὐτῶν ὄνομα Σεπφώρα, καὶ τὸ ὄνομα τῆς δευτέρας Φουά,
Εξ. 1,15 Είπε δε ο βασιλεύς αυτός εις τας Αιγυπτίας μαίας, που εξυπηρετούσαν τας Εβραίας γυναίκας- η μία από αυτάς ωνομάζετο Σεπφώρα και η άλλη Φουά-
Εξ. 1,16 καὶ εἶπεν· ὅταν μαιοῦσθε τὰς Ἑβραίας καὶ ὦσι πρὸς τῷ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.
Εξ. 1,16 “όταν πηγαίνετε να ξεγεννήσετε τας επιτόκους Εβραίας, την στιγμήν που το βρέφος γεννάται, εάν μεν είναι αρσενικόν φονεύσατέ το, εάν είναι θηλυκόν, περιποιηθήτε το”.
Εξ. 1,17 ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν Θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα.
Εξ. 1,17 Αι μαίαι όμως αυταί, ευλαβείς καθώς ήσαν, εφοβήθησαν τον Θεόν και δεν έκαμαν το έγκλημα, που τας είχε διατάξει ο βασιλεύς, αλλά άφηναν εις την ζωήν και τα αρσενικά παιδιά.
Εξ. 1,18 ἐκάλεσε δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς· τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα;
Εξ. 1,18 Εκάλεσε πάλιν ο βασιλεύς της Αιγύπτου τας μαίας και είπεν εις αυτάς· “τι είναι αυτό το οποίον εκάματε; Αφήνατε να ζουν και τα άρρενα τέκνα των Εβραίων;”
Εξ. 1,19 εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραώ· οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Ἑβραῖαι, τίκτουσι γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας· καὶ ἔτικτον.
Εξ. 1,19 Αι μαίαι απήντησαν στον Φαραώ· “δεν είναι, όπως αι γυναίκες των Αιγυπτίων αι Εβραίαι γυναίκες, διότι αυταί γεννούν, πριν φθάσουν προς αυτάς αι μαίαι”. Και έτσι εγεννούσαν αφόβως αι γυναίκες των Εβραίων.
Εξ. 1,20 εὖ δὲ ἐποίει ὁ Θεὸς τὰς μαίας, καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυε σφόδρα.
Εξ. 1,20 Ο Θεός ηυλόγει τας μαίας δια την καλήν αυτήν πράξιν των, ο δε ισραηλιτικός λαός επληθύνετο και εγίνετο ολονέν ισχυρότερος.
Εξ. 1,21 ἐπεὶ δὲ ἐφοβοῦντο αἱ μαῖαι τὸν Θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας.
Εξ. 1,21 Επειδή δε αι μαίαι εφοβούντο τον Θεόν, τας ευηργέτησεν ο Θεός, ώστε να αποκτήσουν ευτυχείς οικογενείας.
Εξ. 1,22 συνέταξε δὲ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων· πᾶν ἄρσεν, ὃ ἐὰν τεχθῇ τοῖς Ἑβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε· καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.
Εξ. 1,22 Τοτε ο Φαραώ διέταξεν όλον τον λαόν του λέγων· “κάθε νεογέννητον αρσενικόν τέκνον των Εβραίων ρίψατέ το στον ποταμόν. Καθε δε θηλυκόν περιποιηθήτε το, ώστε να ζήση”.
|
ΚΕΦΑΛΑΙΟ 2- Η γέννηση και η σωτηρία του Μωϋσή. Ο Μωϋσής καταφεύγει στη Μαδιάμ.
|
Η γέννηση και η σωτηρία του Μωϋσή
Εξ. 2,1 Ἦν δέ τις ἐκ τῆς φυλῆς Λευΐ, ὃς ἔλαβε τῶν θυγατέρων Λευΐ,
Εξ. 2,1 Υπήρχε τότε ένας εκ των απογόνων της φυλής Λευϊ, ο οποίος επήρεν ως σύζυγον γυναίκα εκ της φυλής του.
Εξ. 2,2 καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν ἄρσεν· ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς.
Εξ. 2,2 Αυτή συνέλαβε και εγέννησεν αρσενικόν. Οι γονείς του, ιδόντες ότι αυτό ήτο ωραίον, το έκρυψαν επί τρεις μήνας.
Εξ. 2,3 ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν, ἔλαβεν αὐτῷ ἡ μήτηρ αὐτοῦ θῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσσῃ καὶ ἐνέβαλε τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν.
Εξ. 2,3 Επειδή δε δεν ημπορούσαν επί περισσότερον χρόνον να το κρύπτουν, απεφάσισαν να το ρίψουν στον ποταμόν. Ελαβεν η μητέρα του ένα καλάθι, το ήλειψε με πολλήν άσφαλτον και πίσσαν, έβαλε μέσα εις αυτό το παιδίον και έθεσε το καλάθι στο έλος, κοντά στον Νείλον ποταμόν.
Εξ. 2,4 καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν μαθεῖν, τί τὸ ἀποβησόμενον αὐτῷ.
Εξ. 2,4 Η αδελφή του βρέφους παρακολουθούσε μετά προσοχής εκ του μακρόθεν κρυμμένη, δια να ίδη τι θα συνέβαινεν στο παιδίον.
Εξ. 2,5 κατέβη δὲ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν. καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν.
Εξ. 2,5 Κατά την ώραν εκείνην κατέβη από τα ανάκτορά της η θυγάτηρ του Φαραώ, δια να λουσθή στον ποταμόν. Οταν μαζή με τας θεραπαινίδας της, που την ακολουθούσαν, έφθασαν στον ποταμόν, εβάδιζαν παρά την όχθην του. Η θυγάτηρ του Φαραώ είδε το καλάθι στο έλος, απέστειλε μίαν υπηρέτριάν της και το επήρε.
Εξ. 2,6 ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραὼ καὶ ἔφη· ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο.
Εξ. 2,6 Οταν το άνοιξε, είδε μέσα στο καλάθι ένα παιδί να κλαίη. Το ελυπήθη η θυγάτηρ του Φαραώ και είπε· “αυτό ασφαλώς είναι από τα παιδιά των Εβραίων”.
Εξ. 2,7 καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων καὶ θηλάσει σοι τὸ παιδίον;
Εξ. 2,7 Η κρυμμένη αδελφή του βρέφους παρουσιάσθη τότε εις την θυγατέρα του Φαραώ και την ηρώτησε· “θέλεις να σου φωνάξω μια γυναίκα από τας Εβραίας, τροφόν δια να θηλάση προς λογαριασμόν σου το παιδί αυτό;”
Εξ. 2,8 ἡ δὲ εἶπεν ἡ θυγάτηρ Φαραώ· πορεύου. ἐλθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου.
Εξ. 2,8 Η θυγάτηρ του Φαραώ απήντησε· “ναι πήγαινε κάλεσέ την”. Ηλθεν η νεάνις και εκάλεσε την μητέρα του παιδιού.
Εξ. 2,9 εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραώ· διατήρησόν μοι τὸ παιδίον τοῦτο καὶ θήλασόν μοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό.
Εξ. 2,9 Η θυγάτηρ του Φαραώ είπε· “ανάλαβε την συντήρησιν αυτού του παιδιού, θήλασέ μου το και εγώ θα σου δώσω την αμοιβήν σου”. Επήρε η γυναίκα το παιδί και το εθήλαζε.
Εξ. 2,10 ἀδρυνθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραώ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Μωυσῆν λέγουσα· ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην.
Εξ. 2,10 Οταν το παιδί εμεγάλωσε, το ωδήγησεν η μητέρα του προς την θυγατέρα του Φαραώ. Εκείνη δε το επήρε ως υιόν της, το υιοθέτησε και το ωνόμασε Μωϋσήν, λέγουσα ότι “του δίνω αυτό το όνομα, διότι το έβγαλα από το νερό· είναι υδατόσωστος”.
Εξ. 2,11 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος Μωυσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντά τινα Ἑβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ἰσραήλ·
Ο Μωϋσής καταφεύγει στη Μαδιάμ
Εξ. 2,11 Μετά πάροδον όμως αρκετού χρόνου, όταν ο Μωϋσής έγινε μέγας δια την σοφίαν και την δύναμιν, εξήλθεν από τα ανάκτορα και επεσκέφθη τους ομοεθνείς του, τους Ισραηλίτας. Ενώ παρακολουθούσε και έβλεπε την ταλαιπωρίαν και την θλίψιν των, είδεν ένα Αιγύπτιον να κτυπά Εβραίον, ένα από τους αδελφούς του, τους Ισραηλίτας.
Εξ. 2,12 περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ.
Εξ. 2,12 Ο Μωϋσής, εκύτταξεν ολόγυρά του από εδώ και από εκεί, δεν είδε κανένα και κτυπήσας θανασίμως τον Αιγύπτιον τον εφόνευσε, και έκρυψε το πτώμα του εις την άμμον.
Εξ. 2,13 ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας Ἑβραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι· διὰ τί σὺ τύπτεις τὸν πλησίον;
Εξ. 2,13 Την άλλην ημέραν εξήλθε πάλιν ο Μωϋσής, είδε δύο Εβραίους να διαπληκτίζωνται και λέγει στον αδικούντα· “διατί συ κτυπάς τον πλησίον σου;”
Εξ. 2,14 ὁ δὲ εἶπε· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; ἐφοβήθη δὲ Μωυσῆς, καὶ εἶπεν· εἰ οὕτως ἐμφανὲς γέγονε τὸ ῥῆμα τοῦτο;
Εξ. 2,14 Εκείνος του απήντησε με αναίδειαν· “ποίος σε διώρισεν άρχοντα και δικαστήν εις ημάς; Μηπως θέλεις να φονεύσης και εμέ, όπως χθες εφόνευσες τον Αιγύπτιον;” Εφοβήθη ο Μωϋσής από τους λόγους αυτούς και είπε· “λοιπόν, έγινε τόσον γνωστή η χθεσινή μου πράξις;”
Εξ. 2,15 ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν· ἀνεχώρησε δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραὼ καὶ ᾤκησεν ἐν γῇ Μαδιάμ, ἐλθὼν δὲ εἰς γῆν Μαδιὰμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος.
Εξ. 2,15 Πράγματι δε ο Φαραώ είχε πληροφορηθή την πράξιν αυτήν και εζήτει να θανατώση τον Μωϋσέα. Ο Μωϋσής τότε ανεχώρησε μακράν από τον Φαραώ, ήλθεν εις την γην Μαδιάμ, όπου και εγκατεστάθη. Οταν δε έφθασε εις την χώραν Μαδιάμ, εκάθησεν εις ένα φρέαρ.
Εξ. 2,16 τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ· παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ.
Εξ. 2,16 Ο ιερεύς της Μαδιάμ, ο Ιοθόρ, είχεν επτά θυγατέρας, αι οποίαι έβοσκαν τα πρόβατα του πατρός των. Αυταί ήλθαν στο φρέαρ, ήντλησαν νερό και εγέμισαν τα ποτιστήρια των προβάτων, δια να ποτίσουν το κοπάδι του πατρός των.
Εξ. 2,17 παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐῤῥύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν·
Εξ. 2,17 Αλλά ελθόντες οι άλλοι ποιμένες τας εξεδίωκον. Εσηκώθη όμως τότε ο Μωϋσής τας υπερήσπισε και τας εγλύτωσε από τους ποιμένας· ήντλησεν ο ίδιος νερό και επότυσε τα πρόβατά των.
Εξ. 2,18 παρεγένοντο δὲ πρὸς Ῥαγουὴλ τὸν πατέρα αὐτῶν. ὁ δὲ εἶπεν αὐταῖς· διατί ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον;
Εξ. 2,18 Εκείναι επέστρεψαν προς τον πατέρα των τον Ραγουήλ, ο οποίος και τας ηρώτησε· “διατί τόσον ενωρίς επεστρέψατε σήμερον;”
Εξ. 2,19 αἱ δὲ εἶπαν· ἄνθρωπος Αἰγύπτιος ἐῤῥύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν.
Εξ. 2,19 Αυταί απήντησαν· “ένας Αιγύπτιος μας υπερήσπισε και μας εφύλαξεν από τους άλλους ποιμένας, έβγαλε δε νερό από το φρέαρ και επότισε τα πρόβατά μας”.
Εξ. 2,20 ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ· καὶ ποῦ ἐστι; καὶ ἱνατί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον; καλέσατε οὖν αὐτόν, ὅπως φάγῃ ἄρτον.
Εξ. 2,20 Ο ιερεύς ηρώτησε τας θυγατέρας του· “και που είναι τώρα αυτός ο άνθρωπος; Διατί, αφού τόσον σας εξυπηρέτησε, τον εγκατελείψατε; Πηγαίνετε και καλέσατέ τον να φάγη άρτον μαζή μας”.
Εξ. 2,21 κατῳκίσθη δὲ Μωυσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφώραν τὴν θυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα.
Εξ. 2,21 Ο Μωϋσής εγνωρίσθη με την οικογένειαν του Ιοθόρ, κατώκησε πλησίον αυτού, ο οποίος και του έδωσεν ως σύζυγον την θυγατέρα του, την Σεπφώραν.
Εξ. 2,22 ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσὰμ λέγων· ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ.
Εξ. 2,22 Η Σεπφώρα συνέλαβε και εγέννησεν υιόν. Ο Μωϋσής ωνόμασεν αυτόν Γηρσάμ, λέγων ότι του δίνω αυτό το όνομα “διότι είμαι προσωρινός εις την ξένην αυτήν χώραν”.
Εξ. 2,23 Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου. καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων.
Εξ. 2,23 Επειτα από αρκετόν χρόνον απέθανεν ο βασιλεύς εκείνος της Αιγύπτου, ο οποίος κατέθλιβε τους Ισραηλίτας με τον πολύν φόρτον σκληρών εργασιών. Ανεστέναξαν βαθύτατα οι Ισραηλίται εξ αιτίας της θλίψεως των καταναγκαστικών έργων, εβόησαν προς τον Θεόν και η κραυγή των έφθασεν στον Θεόν.
Εξ. 2,24 καὶ εἰσήκουσεν ὁ Θεὸς τὸν στεναγμὸν αὐτῶν, καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.
Εξ. 2,24 Ηκουσεν ο Θεός τον στεναγμόν των, ενεθυμήθη την υπόσχεσίν που είχε δώσει προς τον Αβραάμ, τον Ισαάκ και τον Ιακώβ.
Εξ. 2,25 καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐγνώσθη αὐτοῖς.
Εξ. 2,25 Ερριψεν ένα βλέμμα ευσπλαγχνίας προς τους ταλαιπωρουμένους Ισραηλίτας και έγινε γνωστός εις αυτούς ως υπερασπιστής και λυτρωτής των.
|
Εγγραφή σε:
Αναρτήσεις (Atom)